Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.147 Joseph. AJ 16.152 (English) >>Joseph. AJ 16.158

16.150

Τοῖς μὲν οὖν ἄλλοις ἐπέρχεται θαυμάζειν τὸ διεστὸς τῆς ἐν τῇ φύσει προαιρέσεως· ὅταν μὲν γὰρ εἰς τὰς φιλοτιμίας καὶ τὰς εὐεργεσίας ἀπίδωμεν, αἷς ἐκέχρητο πρὸς ἅπαντας ἀνθρώπους, οὐκ ἔστιν ὅπως οὐκ ἄν τις αὐτὸν καὶ τῶν ἔλαττον τετιμημένων ἠρνήθη μὴ συνομολογεῖν εὐεργετικωτάτῃ κεχρῆσθαι τῇ φύσει. 16.151ὅταν δὲ εἰς τὰς τιμωρίας καὶ ἀδικίας, ἃς εἰς τοὺς ἀρχομένους καὶ τοὺς οἰκειοτάτους ἐπεδείξατο βλέψῃ καὶ καταμάθῃ τὸ σκληρὸν καὶ τὸ δυσπαράκλητον τοῦ τρόπου, νικηθήσεται θηριώδη δοκεῖν καὶ πάσης μετριότητος ἀλλότριον. 16.152ἔνθεν καὶ διάφορόν τινα καὶ μαχομένην ἐπʼ αὐτῷ νομίζουσιν γενέσθαι τὴν προαίρεσιν. ἐγὼ δʼ οὐχ οὕτως ἔχων μίαν αἰτίαν ἀμφοτέρων τούτων ὑπολαμβάνω· 16.153φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι. 16.154ταῖς δὲ δαπάναις ὑπὲρ δύναμιν χρώμενος ἠναγκάζετο χαλεπὸς εἶναι τοῖς ὑποτεταγμένοις· τὰ γὰρ εἰς οὓς ἐδαπάνα πολλὰ γενόμενα κακῶν ποριστὴν ἐξ ὧν ἐλάμβανεν ἐποίει. 16.155καὶ συνειδὼς ἐφʼ οἷς ἠδίκει τοὺς ὑποτεταγμένους μισούμενον ἑαυτὸν τὸ μὲν ἐπανορθοῦσθαι τὰς ἁμαρτίας οὐ ῥᾴδιον ἐνόμιζεν· οὐδὲ γὰρ εἰς τὰς προσόδους λυσιτελὲς ἦν. ἀντεφιλονείκει δὲ τὴν δύσνοιαν αὐτὴν εὐπορίας ἀφορμὴν ποιούμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.147 Joseph. AJ 16.152 (English) >>Joseph. AJ 16.158

Powered by PhiloLogic